Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.102 Dem. 21.104 (English) >>Dem. 21.106

21.103ὅτι μὲν δὴ λιποταξίου γραφὴν κατεσκεύασεν κατʼ ἐμοῦ καὶ τὸν τοῦτο ποιήσοντʼ ἐμισθώσατο, τὸν μιαρὸν καὶ λίαν εὐχερῆ, τὸν κονιορτὸν Εὐκτήμονα, ἐάσω. καὶ γὰρ οὔτʼ ἀνεκρίνατο ταύτην συκοφάντης ἐκεῖνος, οὔθʼ οὗτος οὐδενὸς εἵνεκʼ αὐτὸν ἐμισθώσατο πλὴν ἵνʼ ἐκκέοιτο πρὸ τῶν ἐπωνύμων καὶ πάντες ὁρῷενΕὐκτήμων Λουσιεὺς ἐγράψατο Δημοσθένην Παιανιέα λιποταξίου·” καί μοι δοκεῖ κἂν προσγράψαι τοῦθʼ ἡδέως, εἴ πως ἐνῆν, ὅτι Μειδίου μισθωσαμένου γέγραπται. ἀλλʼ ἐῶ τοῦτο· ἐφʼ γὰρ ἐκεῖνος ἠτίμωκεν αὑτὸν οὐκ ἐπεξελθών, οὐδεμιᾶς ἔγωγʼ ἔτι προσδέομαι δίκης, ἀλλʼ ἱκανὴν ἔχω. 21.104ἀλλʼ καὶ δεινόν, ἄνδρες Ἀθηναῖοι, καὶ σχέτλιον καὶ κοινὸν ἔμοιγʼ ἀσέβημα, οὐκ ἀδίκημα μόνον, τούτῳ πεπρᾶχθαι δοκεῖ, τοῦτʼ ἐρῶ. τῷ γὰρ ἀθλίῳ καὶ ταλαιπώρῳ κακῆς καὶ χαλεπῆς συμβάσης αἰτίας Ἀριστάρχῳ τῷ Μόσχου, τὸ μὲν πρῶτον, ἄνδρες Ἀθηναῖοι, κατὰ τὴν ἀγορὰν περιιὼν ἀσεβεῖς καὶ δεινοὺς λόγους ἐτόλμα περὶ ἐμοῦ λέγειν, ὡς ἐγὼ τὸ πρᾶγμʼ εἰμὶ τοῦτο δεδρακώς· ὡς δʼ οὐδὲν ἤνυε τούτοις, προσελθὼν τοῖς ἐπʼ ἐκεῖνον ἄγουσι τὴν αἰτίαν τοῦ φόνου, τοῖς τοῦ τετελευτηκότος οἰκείοις, χρήμαθʼ ὑπισχνεῖτο δώσειν εἰ τοῦ πράγματος αἰτιῷντʼ ἐμέ, καὶ οὔτε θεοὺς οὔθʼ ὁσίαν οὔτʼ ἄλλʼ οὐδὲν ἐποιήσατʼ ἐμποδὼν τοιούτῳ λόγῳ, οὐδʼ ὤκνησεν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.102 Dem. 21.104 (English) >>Dem. 21.106

Powered by PhiloLogic